Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.21.1 | Hdt. 7.22.3 (English) | >>Hdt. 7.23.4 |
7.22.1
καὶ τοῦτο μέν , ὡς προσπταισάντων τῶν πρώτων περιπλεόντων περὶ τὸν Ἄθων προετοιμάζετο ἐκ τριῶν ἐτέων κου μάλιστα τὰ ἐς τὸν Ἄθων . ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ὅρμεον τριήρεες · ἐνθεῦτεν δὲ ὁρμώμενοι ὤρυσσον ὑπὸ μαστίγων παντοδαποὶ τῆς στρατιῆς , διάδοχοι δʼ ἐφοίτεον · ὤρυσσον δὲ καὶ οἱ περὶ τὸν Ἄθων κατοικημένοι .
7.22.2 Βουβάρης δὲ ὁ Μεγαβάζου καὶ Ἀρταχαίης ὁ Ἀρταίου ἄνδρες Πέρσαι ἐπέστασαν τοῦ ἔργου . ὁ γὰρ Ἄθως ἐστὶ ὄρος μέγα τε καὶ ὀνομαστόν , ἐς θάλασσαν κατῆκον , οἰκημένον ὑπὸ ἀνθρώπων . τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ ὄρος , χερσονησοειδές τε ἐστὶ καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων · πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης .
7.22.3 ἐν δὲ τῷ ἰσθμῷ τούτῳ , ἐς τὸν τελευτᾷ ὁ Ἄθως , Σάνη πόλις Ἑλλὰς οἴκηται , αἱ δὲ ἐκτὸς Σάνης , ἔσω δὲ τοῦ Ἄθω οἰκημέναι , τὰς τότε ὁ Πέρσης νησιώτιδας ἀντὶ ἠπειρωτίδων ὅρμητο ποιέειν · εἰσὶ δὲ αἵδε , Δῖον Ὀλόφυξος Ἀκρόθῳον Θύσσος Κλεωναί .
ch. 23
7.23.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.21.1 | Hdt. 7.22.3 (English) | >>Hdt. 7.23.4 |